Αναρτήσεις

Μιχαὴλ Σπανάκος

Εικόνα
    Ὁ ἐκ Μάνης καταγόμενος Μιχαὴλ Σπανάκος τοῦ Βασιλείου καὶ τῆς Μαρίνης ἐγεννήθη ἐν Πειραιεῖ τῷ 1926· ἦτο καθηγητὴς σωματικῆς ἀγωγῆς εἰς ἱστορικὰ σχολεῖα τῆς Ἑλλάδος: εἰς τὸ πρῶτον γυμνάσιον ἀρρένων τοῦ Ἡρακλείου Κρήτης καὶ εἰς τὴν Ἰωνίδειον πρότυπον σχολὴν τοῦ Πειραιῶς. Εἰσήχθη τῷ 1947 εἰς τὴν Ἐθνικὴν Ἀκαδημίαν Σωματικῆς Ἀγωγῆς καὶ ἀπεφοίτησε τῷ 1950.     Ἀπὸ τοῦ ἔτους 1950 μέχρι τοῦ ἔτους 1955 εἰργάσθη εἰς τὴν Παιδόπολιν τοῦ Ἁγίου Ἀνδρέου τῆς Ἀττικῆς καὶ εἰς τὸ ἰδιωτικὸν δημοτικὸν σχολεῖον «Σιβρῆς/Σπανάκου» καὶ εἰς τὴν Χριστιανικὴν Ἀδελφότητα Νέων. Διωρίσθη τῷ 1955 καθηγητὴς σωματικῆς ἀγωγῆς εἰς τὸ πρῶτον γυμνάσιον ἀρρένων τοῦ Ἡρακλείου Κρήτης· ἀπεφοίτησε τὸ ἴδιον ἔτος ἀπὸ τὴν σχολὴν προπονητῶν τοῦ Συνδέσμου Ἑλληνικῶν Γυμναστικῶν Ἀθλητικῶν Σωματείων.     Ἀπὸ τοῦ ἔτους 1955 μέχρι τοῦ ἔτους 1961 προσφέρει τὰς γνώσεις του καὶ τὰς ὑπηρεσίας του εἰς τὰ ἀθλητικὰ σωματεῖα τοῦ Ἡρακλείου Κρήτης. Ἐτιμήθη ἀπὸ τὴν Ἕνωσιν Καλαθοσφαιρικῶν Σωματε...

Ἱπποκράτης ὁ Κῷος - Ὅρκος

Εικόνα
       Ὄμνυμι Ἀπόλλωνα ἰητρόν, καὶ Ἀσκληπιόν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηίζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄρρεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηίζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.    Διαιτήμασί τε χρήσομαι ἐπ’ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμήν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν. Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατη...