Στράβων ὁ Ἀμασεὺς - Γεωγραφικὰ
Ἔστι μὲν οὖν Ἑλλὰς καὶ ἡ Μακεδονία... Ὅτι ἡ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου· τὰ γὰρ ὄρη ταῦτα ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου διήκει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θρᾴκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαΐαν· ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰούσῃ ἕως Θεσσαλονικείας· καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλόγραμμον ἔγγιστα.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ
Καὶ ἡ Μακεδονία βεβαίως εἶναι Ἑλλάς... Ἡ Μακεδονία ὁρίζεται: ἀπὸ τὰ δυτικὰ μὲ τὴν παραλία τοῦ Ἀδρίου· ἀπὸ τὰ ἀνατολικὰ μὲ τὴν παράλληλη πρὸς τὴν παραλία τούτη γραμμὴ τοῦ μεσημβρινοῦ ποὺ περνᾷ ἀπὸ τὶς ἐκβολὲς τοῦ Ἕβρου καὶ τὴν πόλη τῶν Κυψέλων· ἀπὸ τὸν βορρᾶ μὲ μία νοητὴ εὐθεῖα μέσα ἀπό: τὸ ὄρος Βερτίσκο, τὸν Σκάρδο, τὸν Ὄρβηλο, τὴν Ῥοδόπη καὶ τὸν Αἷμο· τὰ βουνὰ αὐτά, ξεκινῶντας ἀπὸ τὸν Ἀδρία κόλπο, ἐκτείνονται σὲ εὐθεῖα γραμμὴ ἕως τὸν Εὔξεινο, διαμορφώνοντας μία μεγάλη χερσόνησο πρὸς νότο, δῆλα δὴ μαζὶ μέ: Θρᾴκη, Μακεδονία, Ἤπειρο καὶ Ἀχαΐα. Ἀπὸ τὸν νότο, σύνορο εἶναι ἡ Ἐγνατία ὁδὸς ποὺ ξεκινᾷ ἀπὸ τὸ Δυρράχιο καὶ ὁδεύει πρὸς ἀνατολὴ ἕως τὴν Θεσσαλονίκη. Ἔτσι, αὐτὸ τὸ σχῆμα τῆς Μακεδονίας πλησιάζει πολὺ τὸ παραλληλόγραμμο.
ΠΗΓΗ
Στράβων, γεωγραφικά, βιβλίον Ζ´, ἀρχαία Ἑλληνικὴ γραμματεία: «οἱ Ἕλληνες», ἐκδόσεις «Κάκτος», Ἀθῆναι, 1994, σελ. 160-161.