Πλούταρχος ὁ Χαιρωνεὺς - Περὶ μοναρχίας καὶ ὀλιγαρχίας καὶ δημοκρατίας

 

    Λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις· καθά φασι τρεῖς εἶναι πολιτείας: μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται· καὶ δοκοῦσι γενικώταται εἶναι. Τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ διαφθορὰς κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι. Ταύτας δὲ καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολιτείας: Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δ’ ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δ’ αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν. Ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι, ὅταν: βασιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ ἀνυπεύθυνον, ὀλιγαρχία δ’ ὑπερφροσύνην καὶ τὸ αὔθαδες, δημοκρατία δ’ ἀναρχίαν, ἰσότης δ’ ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον. 

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ

    Πολιτεία ὁρίζεται ὡς τάξις καὶ σύνταγμα κράτους, ῥυθμίζον τὰς ὑποθέσεις αὐτοῦ· κατὰ ταῦτα λέγουσιν ὅτι εἶναι τρία πολιτεύματα: ἡ μοναρχία καὶ ἡ ὀλιγαρχία καὶ ἡ δημοκρατία, τῶν ὁποίων σύγκρισιν ἔχει δώσει καὶ ὁ Ἡρόδοτος εἰς τὸ τρίτον αὐτοῦ βιβλίον· φαίνεται δὲ ὅτι αὗται εἶναι αἱ πλέον τυπικαὶ μορφαί. Διότι: αἱ ἄλλαι μορφαί, ἀκριβῶς ὅπως εἰς τὰς μουσικὰς κλίμακας αἱ χορδαὶ εἰς τοὺς πρώτους τρόπους εἶναι χαλαραὶ ἢ τεταμέναι, συμβαίνει νὰ εἶναι σφάλματα καὶ διαφοραὶ λόγῳ ἐλλείψεως ἢ ὑπερβολῆς. Ταῦτα δὲ τὰ πολιτεύματα, ἅ τινα εἶχον καὶ εὐρυτάτην καὶ μεγίστην δύναμιν κατὰ τὴν περίοδον τῆς ἡγεμονίας των, ἐδέχθησαν ὡς κλῆρον τὰ ἔθνη: οἱ μὲν Πέρσαι τὴν ἀπόλυτον καὶ ἀνεύθυνον βασιλείαν, οἱ δὲ Σπαρτιᾶται τὴν ἀριστοκρατικὴν καὶ αὐθέκαστον ὀλιγαρχίαν, οἱ δὲ Ἀθηναῖοι τὴν αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν. Εἰς τὴν περίπτωσιν καθ’ ἣν αἱ μορφαὶ αὗται ἀποτύχωσι, παρεκτροπαὶ καὶ ὑπερβολαὶ αὐτῶν εἶναι αἱ λεγόμεναι: τυραννίδες, δυναστεῖαι καὶ ὀχλοκρατίαι· τουτέστιν, ὅταν: ἡ μὲν βασιλεία γεννᾷ τὴν ὑπερβασίαν καὶ τὸ ἀνεύθυνον, ἡ δὲ ὀλιγαρχία τὴν μεγαλαυχίαν καὶ τὴν αὐταρέσκειαν, ἡ δὲ δημοκρατία τὴν ἀναρχίαν, ἡ δὲ ἰσότης τὴν ἀμετρίαν καὶ ὅλαι τὴν ἀνοησίαν.

 

 

ΠΗΓΗ

Πλούταρχος, ἠθικά, περὶ μοναρχίας καὶ ὀλιγαρχίας καὶ δημοκρατίας, ἅπαντα ἀρχαίων Ἑλλήνων συγγραφέων, ἐπιστημονικὴ ἑταιρεία τῶν Ἑλληνικῶν γραμμάτων: «Πάπυρος», Ἀθῆναι, 1975, σελ. 170-173.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου