Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2022

Πυθαγόρας ὁ Σάμιος - Τὰ χρυσᾶ ἔπη

Εικόνα
    Μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν. «Πῇ παρέβην; Τί δ’ ἔρρεξα; Τί μοι δέον οὐκ ἐτελέσθη;». Ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι καὶ μετέπειτα δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπευ. Ταῦτα πόνει, ταῦτ’ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει· ναὶ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως. ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ     Μηδὲ νὰ δέχεσαι εἰς τοὺς ὀφθαλμοὺς τὸν γλυκὺν ὕπνον, πρὶν ἐξετάσῃς τρὶς ἕκαστον τῶν ἡμερινῶν σου ἔργων. «Τί κακὸν ἔπραξα; Τί καλὸν ἔπραξα; Τί ἔπρεπε νὰ πράξω καὶ δὲν τὸ ἔπραξα;». Ἀρχίσας δ’ ἀπὸ τοῦ πρώτου σου ἔργου νὰ ἐξετάζῃς πάντοτε κατὰ σειρὰν καὶ μετέπειτα δι’ ὅσα μὲν κακῶς ἔπραξας μέμφου τὸν ἑαυτόν σου, διὰ δὲ τὰς χρηστάς σου πράξεις τέρπου. Ταῦτα τὰ παραγγέλματα προσπάθει νὰ ἐφαρμόζῃς, εἰς ταῦτα νὰ ἀσκῆσαι, αὐτὰ πρέπει ν’ ἀγαπᾷς· αὐτὰ θὰ σοῦ δείξουν τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν θείαν ἀρετήν· ναὶ μὰ τὸν ἐμφυτεύσαντα εἰς τὴν ψυχὴν ἡμῶν τὴν τετρακτύν, τὴν πη

Ἐπίκτητος ὁ Ἱεραπολίτης - Ἐγχειρίδιον

Εικόνα
     Ὅταν σέ τις κακῶς ποιῇ ἢ κακῶς λέγῃ, μέμνησο ὅτι καθήκειν αὐτῷ οἰόμενος ποιεῖ ἢ λέγει. Οὐχ οἷόν τε οὖν ἀκολουθεῖν αὐτὸν τῷ σοὶ φαινομένῳ, ἀλλὰ τῷ ἑαυτῷ, ὥς τε, εἰ κακῶς αὐτῷ φαίνεται, ἐκεῖνος βλάπτεται, ὅς τις καὶ ἐξηπάτηται. Καὶ γὰρ τὸ ἀληθὲς συμπεπλεγμένον ἄν τις ὑπολάβῃ ψεῦδος, οὐ τὸ συμπεπλεγμένον βλάπτεται, ἀλλ’ ὁ ἐξαπατηθείς. Ἀπὸ τούτων οὖν ὁρμώμενος πράως ἕξεις πρὸς τὸν λοιδοροῦντα. Ἐπιφθέγγου γὰρ ἐφ’ ἑκάστῳ ὅτι: «ἔδοξεν αὐτῷ».   ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ     Ὅταν κἄποιος/κἄποια σὲ κακολογῇ, θυμήσου ὅτι: τὸ κάνει ἢ τὸ λέει, ἐπειδὴ νομίζει ὅτι αὐτὸ εἶναι τὸ ἀληθές. Εἶναι λοιπὸν ἀδύνατο νὰ ἀκολουθῇ τὸν δικό σου τρόπο – τοῦ νὰ κρίνῃ τὰ πράγματα – καὶ ὄχι τὸν δικό του/της, ὥς τε: ἂν δὲν εἶναι ἀληθὲς αὐτὸ ποὺ πιστεύει, ἐκεῖνος/ἐκείνη ποὺ ἔχει ἐξαπατηθῆ, ζημιώνεται. Διότι: ἂν κἄποιος/κἄποια τὴν ἀληθῆ πρόταση ἐκλάβῃ ψευδῆ, δὲν ζημιώνεται ἡ ἀληθὴς πρόταση ἀλλὰ ἐκεῖνος/ἐκείνη ποὺ ἔχει ἐξαπατηθῆ στὴν ἐκτίμησή της. Ἀπ’ αὐτὴν λοιπὸν τὴν ἀρχὴ ξεκινῶντας, θὰ ἀντιμετωπίσῃς μὲ ὑπομον

Πλούταρχος ὁ Χαιρωνεὺς - Περὶ μοναρχίας καὶ ὀλιγαρχίας καὶ δημοκρατίας

Εικόνα
    Ὥς περ οὖν ὁ ἁρμονικὸς καὶ μουσικὸς ἀνὴρ παντὶ μὲν ὀργάνῳ χρήσεται προσῳδῷ τεχνικῶς ἁρμοσάμενος καὶ λόγῳ κρούων ἕκαστον, ὡς πέφυκεν ἐμμελὲς ὑπηχεῖν· ἤδη μέντοι συμβούλῳ Πλάτωνι χρησάμενος, πηκτίδας, σαμβύκας καὶ ψαλτήρια πολύφθογγα καὶ βαρβίτους καὶ τρίγωνα παραπέμψας, τὴν λύραν καὶ τὴν κιθάραν προτιμήσει· τὸν αὐτὸν τρόπον ὁ πολιτικὸς ἀνὴρ εὖ μὲν ὀλιγαρχίαν Λακωνικὴν καὶ Λυκούργειον μεταχειριεῖται, συναρμοσάμενος αὑτῷ τοὺς ἰσοκρατεῖς καὶ ὁμοτίμους ἄνδρας, ἡσυχῇ προσβιαζόμενος· εὖ δὲ πολυφθόγγῳ καὶ πολυχόρδῳ συνοίσεται δημοκρατίᾳ, τὰ μὲν ἀνιεὶς τὰ δ’ ἐπιτείνων τῆς πολιτείας, χαλάσας τ’ ἐν καιρῷ καὶ καρτερῶς αὖθις ἐμφύς, ἀντιβῆναι καὶ ἀντισχεῖν ἐπιστάμενος· εἰ δ’ αἵρεσις αὐτῷ δοθείη, καθ’ ἅπερ ὀργάνων, τῶν πολιτειῶν, οὐκ ἂν ἄλλην ἕλοιτο πλὴν τὴν μοναρχίαν, Πλάτωνι πειθόμενος, τὴν μόνην δυναμένην τὸν ἐντελῆ καὶ ὄρθιον ἐκεῖνον ὡς ἀληθῶς τῆς ἀρετῆς τόνον ἀνασχέσθαι καὶ μή τε πρὸς ἀνάγκην μή τε πρὸς χάριν ἁρμόσαι τοῦ συμφέροντος. Αἱ μὲν γὰρ ἄλλαι πολιτεῖαι τρόπον τινὰ κρατούμεναι κρατοῦσ