Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2022

Πλούταρχος ὁ Χαιρωνεὺς - Περὶ μοναρχίας καὶ ὀλιγαρχίας καὶ δημοκρατίας

Εικόνα
      Λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις· καθά φασι τρεῖς εἶναι πολιτείας: μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται· καὶ δοκοῦσι γενικώταται εἶναι. Τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ διαφθορὰς κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι. Ταύτας δὲ καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολιτείας: Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δ’ ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δ’ αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν. Ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι, ὅταν: βασιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ ἀνυπεύθυνον, ὀλιγαρχία δ’ ὑπερφροσύνην καὶ τὸ αὔθαδες, δημοκρατία δ’ ἀναρχίαν, ἰσότης δ’ ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον.  ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ     Πολιτεία ὁρίζεται ὡς τάξις καὶ σύνταγμα κράτους, ῥυθμίζον τ