Ἰσοκράτης ὁ Ἀθηναῖος - Πανηγυρικὸς
Ὁμολογεῖται μὲν γὰρ τὴν πόλιν ἡμῶν ἀρχαιοτάτην εἶναι καὶ μεγίστην καὶ παρὰ πᾶσιν ἀνθρώποις ὀνομαστοτάτην· οὕτω δὲ καλῆς τῆς ὑποθέσεως οὔσης, ἐπὶ τοῖς ἐχομένοις τούτων ἔτι μᾶλλον ἡμᾶς προσήκει τιμᾶσθαι. Ταύτην γὰρ οἰκοῦμεν οὐχ ἑτέρους ἐκβαλόντες οὐδ’ ἐρήμην καταλαβόντες οὐδ’ ἐκ πολλῶν ἐθνῶν μιγάδες συλλεγέντες, ἀλλ’ οὕτω καλῶς καὶ γνησίως γεγόναμεν, ὥστ’ ἐξ ἧς περ ἔφυμεν, ταύτην ἔχοντες ἅπαντα τὸν χρόνον διατελοῦμεν, αὐτόχθονες ὄντες καὶ τῶν ὀνομάτων τοῖς αὐτοῖς οἷς περ τοὺς οἰκειοτάτους τὴν πόλιν ἔχοντες προσειπεῖν· μόνοις γὰρ ἡμῖν τῶν Ἑλλήνων τὴν αὐτὴν τροφὸν καὶ πατρίδα καὶ μητέρα καλέσαι προσήκει. Καίτοι χρὴ τοὺς εὐλόγως μέγα φρονοῦντας καὶ περὶ τῆς ἡγεμονίας δικαίως ἀμφισβητοῦντας καὶ τῶν πατρίων πολλάκις μεμνημένους τοιαύτην τὴν ἀρχὴν τοῦ γένους ἔχοντας φαίνεσθαι. ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ Διότι ἀποτελεῖ γενικῶς ἀνεγνωρισμένην ἀλήθειαν ὅτι ἡ πόλις ἡμῶν ἔχει καταστῆ ἀρχαιοτέρα ἐξ ὅλων τῶν Ἑλληνικῶν πόλεων καὶ μεγίστη κατ’ ἔκτασιν καὶ ἐνδοξοτέρα μεταξὺ τῶν πόλεων ὅλου τ