Ἰσοκράτης ὁ Ἀθηναῖος - Πανηγυρικὸς

    Ὁμολογεῖται μὲν γὰρ τὴν πόλιν ἡμῶν ἀρχαιοτάτην εἶναι καὶ μεγίστην καὶ παρὰ πᾶσιν ἀνθρώποις ὀνομαστοτάτην· οὕτω δὲ καλῆς τῆς ὑποθέσεως οὔσης, ἐπὶ τοῖς ἐχομένοις τούτων ἔτι μᾶλλον ἡμᾶς προσήκει τιμᾶσθαι. Ταύτην γὰρ οἰκοῦμεν οὐχ ἑτέρους ἐκβαλόντες οὐδ’ ἐρήμην καταλαβόντες οὐδ’ ἐκ πολλῶν ἐθνῶν μιγάδες συλλεγέντες, ἀλλ’ οὕτω καλῶς καὶ γνησίως γεγόναμεν, ὥστ’ ἐξ ἧς περ ἔφυμεν, ταύτην ἔχοντες ἅπαντα τὸν χρόνον διατελοῦμεν, αὐτόχθονες ὄντες καὶ τῶν ὀνομάτων τοῖς αὐτοῖς οἷς περ τοὺς οἰκειοτάτους τὴν πόλιν ἔχοντες προσειπεῖν· μόνοις γὰρ ἡμῖν τῶν Ἑλλήνων τὴν αὐτὴν τροφὸν καὶ πατρίδα καὶ μητέρα καλέσαι προσήκει. Καίτοι χρὴ τοὺς εὐλόγως μέγα φρονοῦντας καὶ περὶ τῆς ἡγεμονίας δικαίως ἀμφισβητοῦντας καὶ τῶν πατρίων πολλάκις μεμνημένους τοιαύτην τὴν ἀρχὴν τοῦ γένους ἔχοντας φαίνεσθαι.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ

    Διότι ἀποτελεῖ γενικῶς ἀνεγνωρισμένην ἀλήθειαν ὅτι ἡ πόλις ἡμῶν ἔχει καταστῆ ἀρχαιοτέρα ἐξ ὅλων τῶν Ἑλληνικῶν πόλεων καὶ μεγίστη κατ’ ἔκτασιν καὶ ἐνδοξοτέρα μεταξὺ τῶν πόλεων ὅλου τοῦ κόσμου· ἂν ὅμως ἡ ἀρχὴ τῆς ἀναπτύξεως αὐτῆς ἀποτελῇ μεγάλην τιμὴν δι’ ἡμᾶς, ἔχομεν οἱονδήποτε δικαίωμα νὰ προβάλλωμεν ἀξιώσεις καὶ νὰ τιμώμεθα ἔτι περισσότερον διὰ τὴν κατόπιν σταδιοδρομίαν αὐτῆς. Διότι κατοικοῦμεν αὐτὴν τὴν χώραν: χωρὶς νὰ ἔχωμεν ἐκδιώξει ἄλλους ἐξ αὐτῆς, χωρὶς νὰ ἔχωμεν καταλάβει αὐτὴν ἔρημον, χωρὶς νὰ ἔχωμεν ἐγκατασταθῆ εἰς αὐτὴν ὡς ἀνάμικτος ὁμὰς ἐκ διαφόρων ἀνομοίων φύλων. Ἀπεναντίας, τόσον εὐγενὲς καὶ γνήσιον εἶναι τὸ γένος ἡμῶν, ὥς τε τὴν χώραν εἰς τὴν ὁποίαν εἴδομεν τὸ πρῶτον φῶς νὰ ἐξακολουθῶμεν συνεχῶς νὰ κατοικῶμεν, διότι εἴμεθα γηγενεῖς καὶ μόνον ἡμεῖς ἐξ ὅλων τῶν ἄλλων Ἑλλήνων ἔχομεν τὸ δικαίωμα νὰ προσφωνῶμεν τὴν πόλιν ἡμῶν μετὰ τῶν ἰδίων λέξεων δι’ ὧν προσαγορεύομεν τοὺς πλέον στενοὺς ἡμῶν συγγενεῖς· ἤτοι μόνον ἡμεῖς δικαιούμεθα νὰ ὀνομάσωμεν τὴν ἰδίαν χώραν καὶ τροφὸν καὶ πατρίδα καὶ μητέρα. Καὶ ἀναμφιβόλως: ὅσοι μετὰ λογικῆς τινος βάσεως σεμνύνονται καὶ διεκδικοῦσι δικαιώματα ἐπὶ τῶν πρωτείων συμφώνως πρὸς τὰς ἀρχὰς τοῦ δικαίου καὶ ἐπικαλοῦνται τὴν ἱστορίαν αὐτῶν, πρέπει νὰ ἀποδεικνύωσιν ὅτι τοὺς τίτλους αὐτοὺς παρουσιάζει ἐξ ἀρχῆς ἡ καταγωγὴ αὐτῶν. 

 



ΠΗΓΗ

Ἰσοκράτης, πανηγυρικός, λόγοι, Α´ τόμος, ἅπαντα ἀρχαίων Ἑλλήνων συγγραφέων, ἐπιστημονικὴ ἑταιρεία τῶν Ἑλληνικῶν γραμμάτων: «Πάπυρος», Ἀθῆναι, 1975, σελ. 22-25.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου