Αναρτήσεις

Προβολή αναρτήσεων από Απρίλιος, 2018

Ἱπποκράτης ὁ Κῷος - Ὅρκος

Εικόνα
       Ὄμνυμι Ἀπόλλωνα ἰητρόν, καὶ Ἀσκληπιόν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηίζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄρρεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηίζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.    Διαιτήμασί τε χρήσομαι ἐπ’ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμήν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν. Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν

Ἀπόστολος Ἀρβανιτόπουλος - Ἐπιγραφικὴ | Εἰσαγωγὴ εἰς τὴν ἐπιγραφικὴν

Ἐπιγραφικὴ λέγεται ἡ ἐπιστήμη, ἥ τις ἀσχολεῖται εἰς τὴν ἀνάγνωσιν καὶ ἑρμηνείαν τῶν ἐπιγραφῶν τῶν ἀρχαίων λαῶν. Περιορίζεται δὲ ἡ ἐπιστήμη αὕτη εἰς τὰς ἐπιγραφάς, τὰς κεχαραγμένας, ἢ διὰ βαφῶν γεγραμμένας, ἐπὶ σκληρᾶς ὕλης, ἤτοι ἐπὶ λίθων καὶ μετάλλων καὶ πηλοῦ ἀπεσκληρυμμένου δι’ ὀπτήσεως ἢ ἡλιάσεως. Ἀποκλείονται λοιπὸν ἐκ τῆς ἐπιγραφικῆς τὰ γεγραμμένα ἐπὶ μαλακῆς ὕλης, ἤτοι ἐπὶ διφθερῶν, ἐπὶ παντὸς εἴδους χάρτου, ἐπὶ παπύρων, ἐπὶ ὑφασμάτων, ἅ τινα διερευνῶσιν ἄλλαι συγγενεῖς ἐπιστῆμαι, ἰδίως ἡ Παλαιογραφία καὶ ἡ Παπυρολογία. Μόνον ἡ ἐπιγραφικὴ τῶν Αἰγυπτίων συμπεριλαμβάνει τὰ γεγραμμένα καὶ ἐπὶ μαλακῶν ὑλῶν, αἵ τινες, ὡς ἐκ τοῦ κλίματος, διεσώθησαν κατὰ τὴν χώραν ἐκείνην. Εὐνόητον εἶναι, ὅτι εἰς τὴν περιοχὴν τῆς ἐπιγραφικῆς περιλαμβάνεται ἡ ἔρευνα τῆς γενέσεως τῆς γραφῆς παρὰ τοῖς ἀνθρώποις, καὶ τῆς σὺν τῷ χρόνῳ βελτιώσεως αὐτῆς. Ἀποτελεῖ δὲ ἡ ἐπινόησις τῆς γραφῆς μίαν τῶν μεγίστων ἀνακαλύψεων τοῦ ἀνθρώπου: διότι δι’ αὐτῆς διατηροῦνται αἱ σκέψεις αὐτοῦ πρὸς ἰδίαν ἀνάμνησιν, μεταδίδο