Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2017

Κωνσταντῖνος Παπαρρηγόπουλος - Ἱστορία τοῦ Ἑλληνικοῦ ἔθνους | Ἀπὸ τῶν Προϊστορικῶν χρόνων μέχρι τῶν Μηδικῶν πολέμων

Ὁ Θουκυδίδης ὁ Ἀθηναῖος ἱστόρησεν, πῶς αἱ διάφοροι τῆς Ἀττικῆς πόλεις συνεχωνεύθησαν εἰς μίαν. «Ἐπὶ γὰρ Κέκροπος καὶ τῶν πρώτων βασιλέων ἡ Ἀττικὴ ἐς Θησέα ἀεὶ κατὰ πόλεις ᾠκεῖτο, πρυτανεῖά τε ἔχουσα καὶ ἄρχοντας. Καὶ ὁπότε μή τι δείσειαν, οὐ ξυνῄεσαν βουλευσόμενοι ὡς τὸν βασιλέα, ἀλλ’ αὐτοὶ ἕκαστοι ἐπολιτεύοντο καὶ ἐβουλεύοντο· καί τινες καὶ ἐπολέμησάν ποτε αὐτῶν, ὥσπερ καὶ Ἐλευσίνιοι μετ’ Εὐμόλπου πρὸς Ἐρεχθέα. Ἐπειδὴ δὲ Θησεὺς ἐβασίλευσεν γενόμενος μετὰ τοῦ ξυνετοῦ καὶ δυνατός, τά τε ἄλλα διεκόσμησεν τὴν χώραν καὶ καταλύσας τῶν ἄλλων πόλεων τά τε βουλευτήρια καὶ τὰς ἀρχὰς ἐς τὴν νῦν πόλιν οὖσαν, ἓν βουλευτήριον ἀποδείξας καὶ πρυτανεῖον, ξυνῴκισεν πάντας καὶ νεμομένους τὰ αὐτῶν ἑκάστους ἅπερ καὶ προτοῦ ἠνάγκασεν μιᾷ πόλει ταύτῃ χρῆσθαι, ἥ, ἁπάντων ἤδη ξυντελούντων εἰς αὐτήν, μεγάλη γενομένη παρεδόθη ὑπὸ Θησέως τοῖς ἔπειτα». Παραπλήσια δέ, ἂν οὐχὶ κατὰ πάντα ὅμοια, ἔπραξαν οἵ τε βασιλεῖς τῆς Σπάρτης ὡς πρὸς τὴν Λακωνικὴν καὶ τὴν Μεσσηνίαν καὶ οἱ βασιλεῖς τῆς Ῥώμης ὡς πρὸς τὸ Λάτιον. Μ