Ἱπποκράτης ὁ Κῷος - Ὅρκος

   


   Ὄμνυμι Ἀπόλλωνα ἰητρόν, καὶ Ἀσκληπιόν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηίζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄρρεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηίζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.

   Διαιτήμασί τε χρήσομαι ἐπ’ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμήν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν. Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν. Οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε. Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ’ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων. Ἃ δ’ ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηΐης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄρρητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα.

  Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον· παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.

 

 

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΙΣ

   Ὁρκίζομαι εἰς τὸν Ἀπόλλωνα τὸν ἰατρὸν καὶ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγείαν καὶ τὴν Πανάκειαν καὶ ἐπικαλούμενος τὴν μαρτυρίαν ὅλων τῶν θεῶν καὶ τῶν θεαινῶν ὅτι θὰ ἐκτελέσω κατὰ τὴν κρίσιν μου καὶ ὅση μοι δύναμις τὸν ὅρκον τοῦτον καὶ τὴν συμφωνίαν ταύτην. Νὰ θεωρῶ μὲν τὸν διδάσκαλόν μου εἰς τὴν ἰατρικὴν ἐπιστήμην ἴσον πρὸς τοὺς γονέας μου καὶ κοινωνὸν τοῦ βίου μου καὶ τὰ νενομισμένα νὰ ὀφείλω αὐτῷ καὶ τοὺς ἄρρενας αὐτοῦ ἐκγόνους ἴσους πρὸς ἀδελφούς μου νὰ θεωρῶ καὶ νὰ διδάξω εἰς αὐτοὺς τὴν ἐπιστήμην ταύτην, ἂν ἀπαιτηθῇ νὰ μάθωσιν, ἀμισθὶ ἄνευ ἄλλης συμφωνίας. Νὰ διδάξω δὲ τὰ προκαταρκτικὰ καὶ τὰ εἰδικὰ μαθήματα καὶ ἐν γένει ὅλας τὰς ἰατρικὰς γνώσεις μόνον εἰς τοὺς υἱούς μου καὶ εἰς τοὺς υἱοὺς τοῦ διδασκάλου μου καὶ εἰς τοὺς πρὸς τοῦτο ἐγγεγραμμένους μου μαθητάς, οἵ τινες προηγουμένως θὰ ὀμόσωσι τὸν ἰατρικὸν ὅρκον, εἰς οὐδένα δὲ ἄλλον. 

   Νὰ χρησιμοποιήσω τὰς θεραπευτικὰς διαίτας πρὸς ὠφέλειαν τῶν πασχόντων, ὅσον δύναμαι καὶ ὡς κρίνω ὀρθόν· νὰ ἀποφύγω πᾶσαν βλάβην καὶ ἀδικίαν. Νὰ μὴ χορηγήσω εἰς οὐδένα δηλητήριον θανατηφόρον, ὅταν ζητηθῇ τοῦτο εἰς ἐμέ, οὐδὲ νὰ συστήσω ὑπόδειξιν τοιαύτης φύσεως· παρομοίως νὰ μὴ ἐμπιστευθῶ εἰς ἔγκυον ἐκτρωτικόν τι μέσον. Νὰ διατηρήσω δὲ λευκὸν καὶ ἄσπιλον τὸν βίον μου καὶ τὴν ἐπιστήμην μου. Νὰ μὴ εὐνουχίσω δὲ μηδὲ τοὺς ζητοῦντας ἔτι τοῦτο, ἀφήνων τὴν ἐργασίαν ταύτην εἰς ὅσους ἀσχολοῦνται μετ’ αὐτῆς. Εἰς ὅσας δὲ οἰκίας καὶ ἂν μεταβῶ, νὰ εἰσέλθω πρὸς ὄφελος τῶν πασχόντων· μακρὰν πάσης, ἑκουσίως προκαλουμένης, βλάβης καὶ φθορᾶς παντὸς εἴδους, ἀλλὰ καὶ γενετησίων πράξεων καὶ ἐπὶ γυναικῶν καὶ ἐπὶ ἀνδρῶν, ἐλευθέρων ἢ δούλων. Περὶ ὅσων δὲ κατὰ τὴν διάρκειαν τῆς θεραπείας θὰ ἔβλεπον ἢ ἐμάνθανον, ἢ καὶ ἐκτὸς τῶν ἐπαγγελματικῶν ἀσχολιῶν κατὰ τὴν καθημερινὴν ζωὴν τῶν ἀνθρώπων, περὶ τῶν ὁποίων ἐπ’ οὐδενὶ λόγῳ πρέπει νὰ λεχθῇ τι εἰς τοὺς ἔξω, θὰ σιωπῶ περὶ αὐτῶν, ἔχων ὡς ἀξίωμα ὅτι ταῦτα τὰ θέματα ἐν παντὶ χρόνῳ πρέπει νὰ μένωσι μυστικά.

   Τὸν ὅρκον λοιπὸν τοῦτον τηρῶν καὶ μὴ παραβαίνων, ἂς ἔχω βοηθὸν δι’ ὅλης μου τῆς ζωῆς καὶ εἰς τὸ ἐπάγγελμά μου, ἵνα ἐκτιμῶμαι ἐσαεὶ παρ’ ὅλων τῶν ἀνθρώπων· ἂν δὲ παραβῶ αὐτὸν καὶ ἐπιορκήσω, ἂς πάθω τὰ ἐναντία τῶν ἀνωτέρω εὐχῶν.

 

 

 

 

ΠΗΓΗ

Ἱπποκράτης, ὅρκος, γενικὴ ἰατρική, ἅπαντα ἀρχαίων Ἑλλήνων συγγραφέων, ἐπιστημονικὴ ἑταιρεία τῶν Ἑλληνικῶν γραμμάτων: «Πάπυρος», Ἀθῆναι, 1975, σελ. 26-31.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου