Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΙΩΝΙΚΗ ΔΙΑΛΕΚΤΟΣ
Ἰητρικὴ τεχνέων μὲν πασέων ἐστὶν ἐπιφανεστάτη· διὰ δὲ ἀμαθίην τῶν τε χρεομένων αὐτῇ, καὶ τῶν εἰκῇ τοὺς τοιούσδε κρινόντων πολύ τι πασέων ἤδη τῶν τεχνέων ἀπολείπεται. Ἡ δὲ τῶνδε ἁμαρτὰς τὰ μάλιστά μοι δοκέει ἔχειν αἰτίην τοιήνδε: πρόστιμον γὰρ ἰητρικῆς μούνης ἐν τῇσι πόλεσιν οὐδὲν ὥρισται, πλὴν ἀδοξίης· αὕτη δὲ οὐ τιτρώσκει τοὺς ἐξ αὐτέης συγκειμένους. Ὁμοιότατοι γάρ εἰσιν οἱ τοιοίδε τοῖσιν παρεισαγομένοισιν προσώποισιν ἐν τῇσι τραγῳδίῃσιν· ὡς γὰρ ἐκεῖνοι σχῆμα μὲν καὶ στολὴν καὶ πρόσωπον ὑποκριτοῦ ἔχουσιν, οὐκ εἰσὶν δὲ ὑποκριταί, οὕτω καὶ ἰητροί, φήμῃ μὲν πολλοί, ἔργῳ δὲ πάγχυ βαιοί.  



Χρὴ γάρ, ὅς τις μέλλει ἰητρικῆς ξύνεσιν ἀτρεκέως ἁρμόζεσθαι, τῶνδέ μιν ἐπήβολον γενέσθαι: φύσιος· διδασκαλίης· τόπου εὐφυέος· παιδομαθίης· φιλοπονίης· χρόνου. Πρῶτον μὲν ὦν πάντων δεῖ φύσιος· φύσιος γὰρ ἀντιπρησσούσης, κενεὰ πάντα· φύσιος δὲ ἐς τὸ ἄριστον ὁδηγεούσης, διδασκαλίη τέχνης γίγνεται, ἣν μετὰ φρονήσιος δεῖ περιποιήσασθαι, παιδομαθέα γενόμενον ἐν τόπῳ, ὁκοῖος εὐφυὴς πρὸς μάθησιν ἔσται· ἔτι δὲ φιλοπονίην προσενέγκασθαι ἐς χρόνον πολλόν, ὅπως ἡ μάθησις, ἐμφυσιωθεῖσα, δεξιῶς τε καὶ εὐαλδέως τοὺς καρποὺς ἐξενέγκηται.



Ὁκοίη γὰρ τῶν ἐν τῇ γῇ φυομένων ἡ θεωρίη, τοιήδε καὶ τῆς ἰητρικῆς ἡ μάθησις. Ἡ μὲν γὰρ φύσις ἡμέων ὁκοῖον ἡ χώρη· τὰ δὲ δόγματα τῶν διδασκόντων, ὁκοῖον τὰ σπέρματα· ἡ δὲ παιδομαθίη, τὸ καθ’ ὥρην αὐτὰ πεσεῖν ἐς τὴν ἄρουραν· ὁ δὲ τόπος ἐν ᾧ ἡ μάθησις, ὁκοῖον ἡ ἐκ τοῦ περιέχοντος ἠέρος τροφή, γιγνομένη τοῖσιν φυομένοισιν· ἡ δὲ φιλοπονίη, ἐργασίη· ὁ δὲ χρόνος ταῦτα ἐνισχύει πάντα, ὡς τραφῆναι τελέως.



Ταῦτα ὦν χρὴ ἐς τὴν ἰητρικὴν τέχνην ἐσενεγκαμένους, καὶ ἀτρεκέως αὐτέης γνῶσιν λαβόντας, οὕτως ἀνὰ τὰς πόλιας φοιτεῦντας· μὴ λόγῳ μοῦνον, ἀλλὰ καὶ ἔργῳ ἰητροὺς νομίζεσθαι. Ἡ δὲ ἀπειρίη, κακὸς θησαυρὸς καὶ κακὸν κειμήλιον τοῖσιν ἔχουσιν αὐτέην, καὶ ὄναρ καὶ ὕπαρ, εὐθυμίης τε καὶ εὐφροσύνης ἄμοιρος, δειλίης τε καὶ θρασύτητος τιθήνη. Δειλίη μὲν γὰρ ἀδυναμίην σημαίνει· θρασύτης δέ, ἀτεχνίην. Δύο γὰρ ἐπιστήμη τε καὶ δόξα, ὧν τὸ μὲν ἐπίστασθαι ποιεῖ, τὸ δὲ ἀγνοεῖν.



Τὰ δὲ ἱερὰ ἐόντα πρήγματα ἱεροῖσιν ἀνθρώποισιν δείκνυται· βεβήλοισιν δὲ οὐ θέμις, πρὶν ἢ τελεσθῶσιν ὀργίοισιν ἐπιστήμης.


ΝΕΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΚΑΘΑΡΕΥΟΥΣΑ

Ἡ ἰατρικὴ εἶναι ἐξ ὅλων τῶν τεχνῶν ἡ ἐπιφανεστάτη· ἕνεκεν ὅμως τῆς ἀμαθείας καὶ τῶν ἀσκούντων αὐτὴν καὶ τῶν ἐπιπολαίως κρινόντων τοὺς τοιούτους – ἀμαθεῖς ἰατροὺς – πολὺ βεβαίως ἀπολείπεται ἤτοι ὑστερεῖ πασῶν τῶν τεχνῶν. Ἡ δὲ πλημμελὴς περὶ τούτων κρίσις φρονῶ ὅτι ἔχει τὴν ἑξῆς περίπου αἰτίαν: δὲν ἔχει ὁρισθῆ ὑπὸ τῶν πόλεων ἄλλο πρόστιμον ἤτοι τιμωρία, προκειμένου περὶ τῆς παρὰ ἀμαθῶν ἐνασκήσεως τῆς ἰατρικῆς, πλὴν τῆς ἀδοξίας· αὕτη ὅμως ἡ ἀδοξία – δὲν προσβάλλει τοὺς ἐκ ταύτης συγκειμένους τουτέστιν τοὺς ἀμαθεῖς ἰατρούς. Διότι οἱ τοιοῦτοι εἶναι ὁμοιότατοι πρὸς τὰ παρείσακτα ἐν ταῖς τραγῳδίαις πρόσωπα· ὅπως τουτέστιν ἐκεῖνοι, ἔχουσιν σχῆμα καὶ στολὴν καὶ προσωπεῖον ὑποκριτοῦ, δὲν εἶναι ὅμως ὑποκριταὶ ἀληθεῖς, οὕτω καὶ ἰατροί, κατ’ ὄνομα ὑπάρχουσιν πολλοί, κατ’ οὐσίαν ὅμως ὑπάρχουσιν ὀλίγοι.



Πρέπει λοιπόν, ὅς τις μέλλει νὰ ἀποκτήσῃ ἀκριβῆ γνῶσιν τῆς ἰατρικῆς, νὰ ἔχῃ τὰ ἑξῆς ἐφόδια: ἰδιοφυΐαν· διδασκαλίαν, νὰ τύχῃ τουτέστιν καλοῦ διδασκάλου· περιβάλλον κατάλληλον· παιδομάθειαν, νὰ ἀσκῆται τουτέστιν παιδιόθεν εἰς τὰ προπαρασκευαστικὰ τῆς ἰατρικῆς μαθήματα· φιλοπονίαν· χρόνον, νὰ ἐπιδοθῇ τουτέστιν εἰς τὴν σπουδὴν τῆς ἰατρικῆς ἐκ νεότητος, ἵνα ἔχῃ τὸν ἀπαιτούμενον χρόνον πρὸς ἀπόκτησιν πείρας. Πρώτιστα μὲν λοιπὸν πάντων χρειάζεταί τις νὰ ἔχῃ ἰδιοφυΐαν· διότι ἐὰν ἀντιπράττῃ ἡ φύσις, ἀποβαίνει ματαία πᾶσα προσπάθεια· ὅταν ὅμως ἡ φύσις ὁδηγῇ εἰς τὸ ἄριστον, τὸ ἄριστον διευκολύνει τὴν διδασκαλίαν τῆς τέχνης, τὴν ὁποίαν μετὰ φρονήσεως πρέπει νὰ μανθάνῃ τις, προπαιδευθεὶς παιδιόθεν ἐν τόπῳ ἤτοι περιβάλλοντι καταλλήλῳ πρὸς μάθησιν· προσέτι ἀπαιτεῖται φιλοπονία ἐπὶ χρόνον πολὺν ὅπως ἡ μάθησις, ἤτοι ὅ τι ἔμαθεν τις, συνδυασθεῖσα ἀρρήκτως μετὰ τῆς φύσεως,  ἵνα ἀποδώσῃ τοὺς καρποὺς προσηκόντως καὶ ἀφθόνως.



Ἡ μάθησις τῆς ἰατρικῆς ὁμοιάζει πρὸς ὅ τι παρατηρεῖται εἰς τὰ φυόμενα ἐν τῇ γῇ. Ἤτοι ἡ φύσις ἡμῶν ὁμοιάζει πρὸς τὴν γῆν τὴν σπειρομένην· τὰ δόγματα τῶν διδασκόντων ὁμοιάζουσιν πρὸς τὰ σπέρματα· ἡ παιδομάθεια ὁμοιάζει πρὸς τὴν ἔγκαιρον σποράν· ὁ τόπος ἐν ᾧ γίγνεται ἡ μάθησις, ὁμοιάζει πρὸς τὴν τροφὴν τὴν παρεχομένην εἰς τὰ φυτὰ ὑπὸ τοῦ περιέχοντος αὐτὰ ἀέρος· ἡ φιλοπονία εἶναι ἡ καλλιεργία· ὁ χρόνος ἐνισχύει ταῦτα ἐν παντὶ χρόνῳ, ὥς τε νὰ λάβωσιν τελείαν ἀνάπτυξιν.



Ἀφ’ οὗ λοιπὸν καταβάλωμεν τὰ κεφάλαια ταῦτα εἰς τὴν ἰατρικὴν τέχνην καὶ λάβωμεν τὴν ἀκριβῆ αὐτῆς γνῶσιν, οὕτω πλέον τελείως κατηρτισμένοι πρέπει νὰ φοιτῶμεν εἰς τὰς πόλεις καὶ νὰ νομιζώμεθα οὐ μόνον κατ’ ὄνομα, ἀλλὰ καὶ κατ’ οὐσίαν, ἰατροί. Ἡ ἀπειρία εἶναι κακὸς θησαυρὸς καὶ κακὸν κειμήλιον τοῖς ἔχουσιν αὐτήν, καὶ νύκτα καὶ ἡμέραν, ἄμοιρος εὐθυμίας καὶ εὐφροσύνης, τροφὸς δειλίας καὶ θρασύτητος. Διότι ἡ μὲν δειλία προδίδει ἀδυναμίαν· ἡ δὲ θρασύτης, ἀτεχνίαν. Δύο πράγματα ὑπάρχουσιν: ἡ ἐπιστήμη ἡ τελεία τουτέστιν γνῶσις καὶ ἡ δοκησισοφία ἐξ ὧν· τὸ μὲν καθιστᾷ ἡμᾶς ἱκανοὺς νὰ γιγνώσκωμεν καλῶς καὶ ἀσφαλῶς· τὸ δέ, νὰ ἀγνοῶμεν.



Ὅσα πράγματα εἶναι ἱερά, ὡς τὰ τῆς ἰατρικῆς τέχνης, εἰς ἱεροὺς (μεμυημένους) ἀνθρώπους δεικνύονται· εἰς τοὺς βεβήλους (ἀμυήτους) δὲν ἐπιτρέπεται ἵνα ἅψωνται τῆς τέχνης, πρὶν ἢ μυηθῶσιν εἰς τὰ ἀπόρρητα τῆς ἐπιστήμης.



    






Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Βασικὲς ἀρχὲς βιοχημείας - Ἀνεπάρκεια δεϋδρογονάσης τῆς 6-φωσφορικῆς γλυκόζης