Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Ὅρκος Β´

 

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΙΩΝΙΚΗ ΔΙΑΛΕΚΤΟΣ
    Αὐτὸν ἐν ἀχράντοις μέγαν Θεὸν αἰὲν ἐόντα (ὄμνυμι) · οὔτε τινὰ ξείνων δηλήσομαι ἀνέρα νούσῳ, οὔτε τιν’ ἐνδήμων, ὀλοφώια ἔργα τελέων, οὔτε τις ἂν δώροις με παραιβασίην ἀλεγεινὴν ἐκτελέειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναι λυγρά· τά περ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν, οὔτε χάριν φιλίης ἑτέρῳ κατανεῖμαι ὑποστῶ, ἀλλ’ ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρων καὶ κακίης ἀμόλυντον ἔχων κατὰ πάντα λογισμὸν μήσομαι ἔρδειν κεῖνα· τά περ σόον ἀνέρα θήσει, πορσύνων πάντεσσι φίλην βιόδωρον ὑγιείην.

ΝΕΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΚΑΘΑΡΕΥΟΥΣΑ
    Ὁρκίζομαι εἰς τὸν μέγαν αὐτὸν Θεόν, τὸν εὑρισκόμενον ἐν παντὶ χρόνῳ μεταξὺ τῶν ἀθανάτων, ὅτι δὲν θὰ μολύνω διὰ νόσου: οὔ τε ξένον, οὔ τε ἐντόπιον, ἐκτελῶν ὀλέθρια ἔργα, οὔ τε ἂν ἤθελέ με πείσει τις διὰ δωροδοκίας νὰ διαπράξω βδελυρὰν παράβασιν καὶ νὰ δώσω εἴς τινα φθοροποιὰ φάρμακα· τὰ ὁποῖα γνωρίζει ὅτι ἀπολήγουσιν εἰς ἀνθρωποκτόνον συμφοράν, οὔ τε χαριζόμενος εἰς φιλίας θὰ ἀνεχθῶ νὰ παρέχωνται τοιαῦτα φάρμακα εἰς ἄλλον, ἀλλ’ ὑψώνων εἰς ἐπιβεβαίωσιν τὰς καθαράς μου χεῖρας πρὸς τὸν λαμπρὸν οὐρανὸν καὶ μετὰ διανοίας καθ’ ὁλοκληρίαν ἀμέτοχον κακίας θὰ πράξω ἐκεῖνα· τὰ ὁποῖα θὰ ἀποκαταστήσωσί τινα σῷον, παρέχων εἰς ὅλους τὴν ποθητὴν ζείδωρον ὑγείαν. 
 
 
ΠΗΓΗ
Ἅπαντα ἀρχαίων Ἑλλήνων συγγραφέων (Ἐκδόσεις: Πάπυρος)

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου