Πλωτῖνος ὁ Λυκοπολίτης - Πρώτη Ἐννεὰς | 1. Τί τὸ ζῷον καὶ τίς ὁ ἄνθρωπος;

 

ΚΟΙΝΗ ΑΤΤΙΚΗ ΓΛΩΣΣΑ | ΑΤΤΙΚΙΣΜΟΣ
    Ἡδοναὶ καὶ λῦπαι, φόβοι τε καὶ θάρρη, ἐπιθυμίαι τε καὶ ἀποστροφαὶ καὶ τὸ ἀλγεῖν τίνος ἂν εἶεν; Ἢ γὰρ ψυχῆς, ἢ χρωμένης ψυχῆς σώματι, ἢ τρίτου τινὸς ἐξ ἀμφοῖν. Διχῶς δὲ καὶ τοῦτο· ἢ γὰρ τὸ μεῖγμα, ἢ ἄλλο ἕτερον ἐκ τοῦ μείγματος. Ὁμοίως δὲ καὶ τὰ ἐκ τούτων τῶν παθημάτων γινόμενα καὶ πραττόμενα καὶ δοξαζόμενα. Καὶ οὖν καὶ διάνοια καὶ δόξα ζητητέαι, πότερα ὧν τὰ πάθη, ἢ αἱ μὲν οὕτως, αἱ δὲ ἄλλως. Καὶ τὰς νοήσεις δὲ θεωρητέον πῶς καὶ τίνος, καὶ δὴ καὶ αὐτὸ τοῦτο τὸ ἐπισκοποῦν καὶ περὶ τούτων τὴν ζήτησιν καὶ τὴν κρίσιν ποιούμενον τί ποτ’ ἂν εἴη. Καὶ πρότερον τὸ αἰσθάνεσθαι τίνος; Ἐντεῦθεν γὰρ ἄρχεσθαι προσήκει, ἐπεί περ, τὰ πάθη ἢ αἰσθήσεις τινὲς ἢ οὐκ ἄνευ αἰσθήσεως.

    Πρῶτον δὲ ψυχὴν ληπτέον πότερον ἄλλο μὲν ψυχή, ἄλλο δὲ ψυχῇ εἶναι. Εἰ γὰρ τοῦτο, σύνθετόν τι ἡ ψυχὴ καὶ οὐκ ἄτοπον εἴδη δέχεσθαι αὐτὴν καὶ αὐτῆς εἶναι τὰ πάθη τὰ τοιαῦτα, εἰ ἐπιτρέψει καὶ οὕτως ὁ λόγος, καὶ ὅλως ἕξεις καὶ διαθέσεις χείρους καὶ βελτίους. Ἤ, εἰ ταὐτόν ἐστι ψυχὴ καὶ τὸ ψυχῇ εἶναι, εἶδός τι ἂν εἴη ψυχὴ ἄδεκτον τούτων ἁπασῶν τῶν ἐνεργειῶν, ὧν ἐποιστικὸν ἄλλῳ, ἑαυτῷ δὲ συμφυᾶ ἔχον τὴν ἐνέργειαν ἐν ἑαυτῷ, ἥν τινα ἂν φήνῃ ὁ λόγος. Οὕτω γὰρ καὶ ἀθάνατον ἀληθὲν λέγειν, εἴ περ δεῖ τὸ ἀθάνατον καὶ ἄφθαστον ἀπαθὲς εἶναι, ἄλλῳ ἑαυτοῦ πως διδόν, αὐτὸ δὲ παρ’ ἄλλου μηδὲν ἢ ὅσον παρὰ τῶν πρὸ αὐτοῦ ἔχειν, ὧν μὴ ἀποτέτμηται κρειττόνων ὄντων. Τί γὰρ ἂν καὶ φοβοῖτο τοιοῦτον ἄδεκτον ὂν παντὸς τοῦ ἔξω; Ἐκεῖνο τοίνυν φοβείσθω, ὃ δύναται παθεῖν. Οὐδὲ θαρρεῖ τοίνυν· τούτοις γὰρ θάρρος, οἷς ἂν τὰ φοβερὰ παρῇ. Ἐπιθυμίαι τε, αἳ διὰ τοῦ σώματος ἀποπληροῦνται κενουμένου καὶ πληρουμένου, ἄλλου τοῦ πληρουμένου καὶ κενουμένου ὄντος. Πῶς δὲ μείξεως; Ἢ τὸ οὐσιῶδες ἄμεικτον. Πῶς δὲ ἐπεισαγωγῆς τινων; Οὕτω γὰρ ἂν σπεύδοι εἰς τὸ μὴ εἶναι ὅ ἐστι. Τὸ δ’ ἀλγεῖν ἔτι πόρρω. Λυπεῖσθαι δὲ πῶς ἢ ἐπὶ τίνι; Αὔταρκες γὰρ τό γε ἁπλοῦν ἐν οὐσίᾳ, οἷόν ἐστι μένον ἐν οὐσίᾳ τῇ αὑτοῦ. Ἥδεται δὲ προσγενομένου τίνος, οὐδενὸς οὐδ’ ἀγαθοῦ προσιόντος; Ὃ γάρ ἐστιν, ἔστιν ἀεί. Καὶ μὴν οὐδὲ αἴσθησις ἔσται, οὐδὲ διάνοια, οὐδὲ δόξα, περὶ αὐτό· αἴσθησις γὰρ παραδοχὴ εἴδους ἢ καὶ πάθους σώματος, διάνοια δὲ καὶ δόξα ἐπ’ αἴσθησιν. Περὶ δὲ νοήσεως ἐπισκεπτέον πῶς, εἰ ταύτην αὐτῇ καταλείψομεν· καὶ περὶ ἡδονῆς αὖ καθαρᾶς, εἰ συμβαίνει περὶ αὐτὴν μόνην οὖσαν.

ΝΕΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΚΑΘΑΡΕΥΟΥΣΑ
    Εἰς ποῖον ἆρά γε ἀνήκουσιν: αἱ ἡδοναὶ καὶ αἱ ὀδύναι, οἱ φόβοι καὶ τὰ θάρρη, αἱ ἐπιθυμίαι, αἱ ἀντιπάθειαι καὶ νὰ νοσῇ τις; Μήπως ἀνήκουσιν εἰς τὴν ψυχήν, ἐφ’ ὅσον μεταχειρίζεται τὸ σῶμα; Μήπως εἰς τρίτον τι συγκείμενον ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος; Ἡ τελευταία ἐρώτησις διπλασιάζεται: μήπως εἰς τὴν σύμμειξιν ταύτην, αὐτὴν καθ’ ἑαυτήν, ἢ εἰς διάφορόν τι προερχόμενον ἐκ τῆς συμμείξεως ταύτης; Τὰ αὐτὰ ἐρωτήματα προβάλλονται καὶ ὅσον ἔτι ἀφορᾷ εἰς τὰς πράξεις καὶ τὰς γνώμας τὰς ἐκπηγαζούσας ἐκ τῶν παθῶν. Ὡς πρὸς τὰς σκέψεις δὲ καὶ τὰς γνώμας, πρέπει νὰ ἐξετάσωμεν, ἂν ὅλαι ἢ μερικαὶ μόνον ἐξ αὐτῶν πρέπῃ νὰ ἀποδοθῶσιν εἰς ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον, καθὼς ἀκριβῶς καὶ τὰ πάθη. Προσέτι ὀφείλομεν νὰ ἐξετάσωμεν τὴν φύσιν τῶν ἐνεργειῶν τῆς νοήσεως· πῶς καὶ τίνος εἰσὶν αὗται· καὶ τέλος νὰ ἴδωμεν ποία πλευρὰ τοῦ ἑαυτοῦ ἡμῶν προβαίνει εἰς τὴν ἔρευναν, θέτει τὰ θέματα ταῦτα ἐπὶ τάπητος καὶ λύει αὐτά. Πρέπει λοιπὸν νὰ ἀρχίσωμεν μετὰ τοῦ ἐρωτήματος, εἰς ποῖον δέον νὰ ἀποδοθῇ ἡ ἐνέργεια τῆς αἰσθήσεως, δεδομένου ὅτι τὰ πάθη εἰσὶν αἰσθήματα ἢ ὅτι τοὐλάχιστον ἀδύνατόν ἐστιν ἄνευ αἰσθήσεως νὰ ὑπάρχωσιν.

    Ἀλλ’ ὅσον ἀφορᾷ τὴν ψυχήν, πρέπει ἐν πρώτοις νὰ ἐξετάσωμεν, ἂν ἡ ψυχὴ καὶ ἡ οὐσία αὐτῆς διαφέρωσιν· ἂν συμβαίνῃ τοῦτο, τότε ἡ ψυχὴ ἐθέλει εἶναι ἓν σύνθετον πρᾶγμα καὶ δὲν ἐθέλει εἶναι παράλογον νὰ ὑποθέσωμεν ὅτι: ἡ ψυχή, προσλαμβάνει μορφάς, ὑφίσταται τὰ πάθη περὶ ὧν ὡμιλήσαμεν, ἐφ’ ὅσον ἐπιτρέπει τοῦτο ἡ νόησις καὶ ὅτι ἐθέλει εἶναι ἐπιδεκτικὴ ὅλων τῶν ἕξεων καὶ τῶν διαθέσεων τῶν ἀγαθῶν καὶ τῶν κακῶν. Ἂν ἡ ψυχὴ καὶ ἡ οὐσία αὐτῆς θεωρηθῶσιν ὡς ἰσοδύναμοι ἔννοιαι, τότε: ἐθέλει εἶναι μία μορφὴ καὶ δὲν ἐθέλει δύνασθαι νὰ ἐκτελῇ οὐδεμίαν τῶν ἐνεργειῶν ἐκείνων, ἅς ἐστιν ἱκανὴ νὰ δημιουργῇ εἰς ἕνα πρόσωπον τὸ ὁποῖον διαφέρει εἰς τὴν ψυχὴν καὶ τὴν οὐσίαν αὐτῆς. Ἡ ψυχὴ κατέχει ἐνέργειάν τινα συμφυῆ καὶ ἐσωτερικὴν ἐν ἑαυτῇ· οἱαδήποτε ἐνέργεια καὶ εἰ ἔστιν, ἀποκαλύπτει αὐτὴν ἡ νόησις. Ἔστιν ὀρθὸς ὁ ἰσχυρισμὸς ὅτι ἡ ψυχή ἐστιν ἀθάνατος, διότι ἓν ὂν ἀθάνατον καὶ ἄφθαρτον δὲν ὑφίσταται μεταβολὰς καὶ ἀλλοιώσεις· ναὶ μὲν παρέχει εὐεργεσίαν εἰς τὰ λοιπὰ ὄντα, ἀλλὰ δὲν λαμβάνει τι ὅμως ἐξ αὐτῶν· τοῦτο πράττει μόνον ἐκ τῶν πρὸ αὐτοῦ ὑφισταμένων ὄντων ἐκ τῶν ὁποίων δὲν χωρίζεται ὡς διὰ μιᾶς τομῆς καὶ ἅ τινά εἰσιν ἀνώτερα αὐτοῦ. Τί ἔχει λοιπὸν νὰ φοβῆται ἓν τοιοῦτο ὄν, ἐφ’ ὅσον οὐκ ἔστιν ἐπιδεκτικὸν οὐδεμιᾶς ἔξωθεν ἐπιδράσεως; Ἂς φοβῆται τὸ ὂν ἐκεῖνο, τὸ ὁποῖον ὑφίσταται τοιαύτην ἐπίδρασιν· οὐκ ἔστι τὸ ὂν αὐτὸ θαρραλέον, διότι εἰσὶ θαρραλέα τὰ πλάσματα τὰ ἔχοντα λόγους νὰ φοβῶνται· δὲν ἔχει δὲ τὸ περὶ οὗ πρόκειται ὂν ὀρέξεις, διότι ἔχουσιν ὀρέξεις μόνον ὅσοι ἱκανοποιοῦνται κατὰ τὸν ἑξῆς τρόπον: νὰ πληρῶσι καὶ νὰ κενῶσι τὸ σῶμα αὐτῶν. Ἔστιν ἄλλο τὸ πληρούμενον καὶ κενούμενον. Πῶς θὰ ἦτο δυνατὸν ἡ ψυχὴ νὰ συμμειγνύηται μετ’ ἄλλου τινὸς πράγματος; Ἡ οὐσία ἐστὶν ἀμιγής· διὰ ποῖον λόγον θὰ ἐπεθύμει νὰ εἰσαγάγῃ εἰς ἑαυτὴν ἓν ξένον πρᾶγμα; Τοῦτο θὰ ἐσήμαινεν ὅτι: οὐκ ἔστι τῷ ὄντι τοῦτο, ὅ ἐστιν. Ὡσαύτως καὶ ἡ ὀδύνη πόρρω ἀπέχει τῆς ψυχῆς· πῶς καὶ διὰ ποίαν αἰτίαν θὰ ἔπασχε; Διότι ἓν ἁπλοῦν ὂν ἀρκεῖται εἰς ἑαυτὸ καὶ παραμένει εἰς τὴν οὐσίαν αὐτοῦ· ἀλλὰ μήπως αἰσθάνεται ἡδονήν, ἀφ’ οὗ τὸ ἀγαθὸν δὲν προστίθεται δι’ ὅλου εἰς αὐτὴν καὶ δὲν πλησιάζει αὐτήν, δεδομένου ὅτι δὲν διαφοροποιεῖται; Ἐξ ἄλλου δὲν ἔχει: οὔ τε αἴσθησιν, οὔ τε σκέψιν, οὔ τε γνώμην ἐν ἑαυτῇ· ἡ αἴσθησις συνίσταται εἰς τὴν πρόσληψιν μορφῆς ἢ τῶν τρόπων ἐκείνων τῶν χαρακτηριζόντων τὰ σώματα· ἡ σκέψις καὶ ἡ γνώμη εἰσὶν ἀπότοκοι τῆς αἰσθήσεως. Ὅσον δὲ ἀφορᾷ τὴν νόησιν, ἂν ἀποδώσωμεν αὐτὴν εἰς τὴν ψυχήν, πρέπει νὰ ἐξετάσωμεν, πῶς ἐμφιλοχωρεῖ εἰς ταύτην. Τὸ αὐτὸ ἰσχύει καὶ ὡς πρὸς τὴν καθαρὰν ἡδονήν, εἰς περίπτωσιν, κατὰ τὴν ὁποίαν αὕτη δύναται νὰ ὑπάρχῃ εἰς τὴν ψυχήν, εἰς αὐτὴν καὶ μόνην.

 
ΠΗΓΗ
Ἅπαντα ἀρχαίων Ἑλλήνων συγγραφέων (Ἐκδόσεις: Πάπυρος)

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου