Στράβων ὁ Ἀμασεὺς - Γεωγραφικὰ Α´ (Πρῶτον κεφάλαιον)


ΚΟΙΝΗ ΑΤΤΙΚΗ ΓΛΩΣΣΑ | ΑΤΤΙΚΙΣΜΟΣ
Τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, εἴ περ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν, ἣν νῦν προῃρήμεθα ἐπισκοπεῖν. Ὅτι δ’ οὐ φαύλως νομίζομεν ἐκ πολλῶν δῆλον· οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν, Ὅμηρός τε καὶ Ἀναξίμανδρος ὁ Μιλήσιος καὶ Ἑκαταῖος, ὁ πολίτης αὐτοῦ, καθὼς καὶ Ἐρατοσθένης φησί· καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους· ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι. Ἥ τε πολυμάθεια, δι’ ἧς μόνης ἐφικέσθαι τοῦδε τοῦ ἔργου δυνατόν, οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια ἐπιβλέποντος, ὧν περ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν. Ὥς δ’ αὕτως καὶ ἡ ὠφέλεια ποικίλη τις οὖσα, ἡ μὲν πρὸς τὰ πολιτικὰ καὶ τὰς ἡγεμονικὰς πράξεις, ἡ δὲ πρὸς ἐπιστήμην τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς καὶ θαλάττης ζῴων καὶ φυτῶν καὶ καρπῶν καὶ τῶν ἄλλων ὅσα ἰδεῖν παρ’ ἑκάστοις ἔστι, τὸν αὐτὸν ὑπογράφει ἄνδρα, τὸν φροντίζοντα τῆς περὶ τὸν βίον τέχνης καὶ εὐδαιμονίας.

Ἀναλαβόντες δὲ καθ’ ἕκαστον ἐπισκοπῶμεν τῶν εἰρημένων ἔτι μᾶλλον. Καὶ πρῶτον ὅτι ὀρθῶς ὑπειλήφαμεν καὶ ἡμεῖς καὶ οἱ πρὸ ἡμῶν, ὧν ἐστι καὶ Ἵππαρχος, ἀρχηγέτην εἶναι τῆς γεωγραφικῆς ἐμπειρίας Ὅμηρον, ὃς οὐ μόνον ἐν τῇ κατὰ τὴν ποίησιν ἀρετῇ πάντας ὑπερβέβληται τοὺς πάλαι καὶ τοὺς ὕστερον, ἀλλὰ σχεδόν τι καὶ τῇ κατὰ τὸν βίον ἐμπειρίᾳ τὸν πολιτικόν, ἀφ’ ἧς οὐ μόνον περὶ τὰς πράξεις ἐσπούδασεν ἐκεῖνος, ὅπως ὅτι πλείστας γνοίη καὶ παραδώσει τοῖς ὕστερον ἐσομένοις, ἀλλὰ καὶ τὰ περὶ τοὺς τόπους τούς τε καθ’ ἕκαστα καὶ τοὺς κατὰ σύμπασαν τὴν οἰκουμένην γῆν τε καὶ θάλατταν· οὐ γὰρ ἂν μέχρι τῶν ἐσχάτων αὐτῆς περάτων ἀφίκετο τῇ μνήμῃ κύκλῳ περιιών.


ΝΕΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΚΑΘΑΡΕΥΟΥΣΑ
Νομίζω ὅτι ἡ ἐπιμελὴς ἔκθεσις τῆς Γεωγραφίας, τὴν ὁποίαν ἐσκέφθην καὶ ἔχω σκοπὸν νὰ ἐξετάσω μετὰ πάσης ἀκριβείας, ἀποτελεῖ καὶ αὐτὴ ὑπὲρ πᾶσαν ἄλλην ἀπασχόλησιν ἔργον ἀνδρὸς φιλοσόφου· ὅτι δὲ ἡ γνώμη μου αὕτη οὐκ ἔστιν ἀναξία λόγου, καθίσταται φανερὸν ἐκ πολλῶν ἀποδείξεων: οἱ πρῶτοι, οἱ ὁποῖοι ἔλαβον τὸ θάρρος νὰ ἐπιληφθῶσιν δραστηρίως τῆς Γεωγραφίας, ὑπῆρξαν τοιοῦτοί τινες, ἦ τοι φιλόσοφοι· ἐννοῶ τὸν Ὅμηρον καὶ τὸν Ἀναξίμανδρον τὸν Μιλήσιον καὶ τὸν Ἑκαταῖον τὸν συμπολίτην αὐτοῦ, καθὼς γράφει περὶ τούτων καὶ ὁ Ἐρατοσθένης· ἐπ’ ἴσης δὲ καὶ ὁ Δημόκριτος καὶ ὁ Εὔδοξος καὶ ὁ Δικαίαρχος καὶ ὁ Ἔφορος καὶ ἄλλοι περισσότεροι, ἔτι δὲ οἱ ἀκμάσαντες μετὰ τοὺς ἀνωτέρω, ἦ τοι ὁ Ἐρατοσθένης καὶ ὁ Πολύβιος καὶ ὁ Ποσειδώνιος ὑπῆρξαν ἄνδρες φιλόσοφοι. Καὶ ἡ γνῶσις δὲ πολλῶν πραγμάτων διὰ τῆς ὁποίας καὶ μόνης δυνατόν ἐστιν νὰ συντελεσθῇ τὸ παρὸν ἔργον οὐκ ἔστιν ἴδιον ἄλλου τινός, παρὰ ἐκείνου ὁ ὁποῖος παρατηρεῖ μετ’ ἀκριβείας τὰ ζητήματα τὰ ἀναφερόμενα εἰς τὰ θεῖα καὶ τὰ ἀναφερόμενα εἰς τοὺς ἀνθρώπους· τούτων δὲ τῶν πραγμάτων ἀκριβῶς ἡ ἐπιστημονικὴ γνῶσις ἀποτελεῖ τὴν φιλοσοφίαν. Ἐπεὶ δὴ δὲ ὡσαύτως καὶ ἡ ἐκ τῆς Γεωγραφίας πολλῶν εἰδῶν ὠφέλειά ἐστιν· ἄλλη μὲν πρὸς γνῶσιν τῶν πολιτικῶν πραγμάτων καὶ τῶν ἐνεργειῶν, αἱ ὁποῖαι ἁρμόζουσιν εἰς τοὺς ἱκανοὺς νὰ κυβερνήσωσιν καὶ νὰ διοικήσωσιν χώραν τινά· ἄλλη δὲ πρὸς ἀπόκτησιν ἀκριβοῦς γνώσεως τῶν οὐρανίων φαινομένων, προσέτι δὲ καὶ τῶν ἐπὶ τῆς γῆς καὶ τῶν ἐπὶ τῆς θαλάσσης ζῴων καὶ φυτῶν καὶ καρπῶν καὶ πάντων τῶν ἄλλων, ὅσα δυνατόν ἐστιν νὰ ἴδῃ τις, ὑπάρχοντα εἰς ἕκαστον τόπον, ταῦτα ὑποδεικνύουσιν ἐν παντὶ χρόνῳ τὸν αὐτὸν ἄνδρα ὁ ὁποῖος ἐπιμελεῖται νὰ εὕρῃ τὸν ἑξῆς τρόπον: πῶς πρέπει νὰ ζῇ καὶ νὰ εὐδαιμονῇ ὁ ἄνθρωπος.

Λαμβάνων δὲ πρὸς ἐξέτασιν ἓν ἕκαστον ἐκ τῶν προλεχθέντων, ἂς διερευνήσω αὐτὸ ἔτι περισσότερον. Καὶ πρῶτον μέν, ὅ τι ἀκριβῶς ὑπεστήριξα καὶ ἐγώ, καὶ οἱ πρὸ ἐμοῦ, εἷς ἐκ τῶν ὁποίων ἦτο ὁ Ἵππαρχος, ὅτι ἀρχηγὸς τῆς ἐμπειρικῆς Γεωγραφίας ἦτο ὁ Ὅμηρος· διότι αὐτὸς οὐχὶ μόνον ὑπερτερεῖ πάντας τοὺς παλαιοτέρους καὶ τοὺς μεταγενεστέρους εἰς τὴν ποίησιν, ἀλλὰ περίπου καὶ διὰ τὴν πρακτικὴν γνῶσιν τῆς πολιτικῆς ζωῆς ἐκ τῆς ὁποίας ὁρμώμενος ἐκεῖνος οὐχὶ μόνον ἠσχολήθη μετ’ ἐπιμελείας διὰ τὰ ἐκτελεσθέντα ἔργα μετὰ τοῦ σκοποῦ νὰ γνωρίσῃ αὐτὰ καὶ νὰ παραδώσῃ αὐτὰ εἰς τοὺς μεταγενεστέρους ὅσον τὸ δυνατὸν περισσότερα, ἀλλὰ καὶ διὰ τοὺς τόπους ἔγραψεν καὶ διὰ ἕκαστον τόπον ἰδιαιτέρως καὶ δι’ ὁλόκληρον τὴν κατοικουμένην γῆν καθὼς καὶ διὰ τὴν θάλασσαν· διότι ἄλλως δὲν θὰ ἔφθανεν μέχρι τῶν τελευταίων περάτων αὐτῆς περιερχόμενος αὐτὰ διὰ τῆς μνείας ἑκάστων.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου