Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Περὶ τέχνης

 

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΙΩΝΙΚΗ ΔΙΑΛΕΚΤΟΣ 
    Εἰσί τινες οἳ τέχνην πεποίηνται τὸ τὰς τέχνας αἰσχροεπέειν· ὡς μὲν οἴονται, οὐ τοῦτο διαπρησσόμενοι ὃ ἐγὼ λέγω ἀλλ’ ἱστορίης οἰκείης ἐπίδειξιν ποιεύμενοι. Ἐμοὶ δὲ τὸ μέν τι τῶν μὴ εὑρημένων ἐξευρίσκειν, ὅ,τι καὶ εὑρεθὲν κρέσσον ἢ ἀνεξεύρετον, συνέσιος δοκέει ἐπιθύμητά τε καὶ ἔργον εἶναι, καὶ τὸ τὰ ἡμίεργα ἐς τέλος ἐξεργάζεσθαι ὡσαύτως· τὸ δὲ λόγων οὐ καλῶν τέχνῃ τὰ τοῖς ἄλλοις εὑρημένα αἰσχύνειν προθυμέεσθαι ἐπανορθοῦντα μὲν μηδέν, διαβάλλοντα δὲ τὰ τῶν εἰδότων πρὸς τοὺς μὴ εἰδότας ἐξευρήματα, οὐκέτι δοκέοι συνέσιος ἐπιθύμητά τε καὶ ἔργον εἶναι, ἀλλὰ κακαγγελίη μᾶλλον φύσιος ἢ ἀτεχνίη· μούνοισι γὰρ τοῖσιν ἀτέχνοισιν ἡ ἐργασίη αὕτη ἁρμόζει, φιλοτιμεομένων μέν, οὐχ ἅμα δὲ δυναμένων, κακίῃ ὑπουργέειν ἐς τὸ τὰ τῶν πέλας ἔργα ἢ ὀρθὰ ἐόντα διαβάλλειν, ἢ οὐκ ὀρθὰ μωμέεσθαι. Τοὺς μὲν οὖν ἐς τὰς ἄλλας τέχνας τούτῳ τῷ τρόπῳ ἐμπίπτοντας, οἷσι μέλει τε καὶ ὧν, οἱ δυνάμενοι κωλυόντων· ὁ δὲ παρεὼν λόγος τοῖσιν ἐς ἰητρικὴν οὕτως ἐμπορευομένοισιν ἐναντιώσεται, θρασυνόμενος μὲν διὰ τούτους οὓς ψέγει, εὐπορέων δὲ διὰ τὴν τέχνην ᾗ βοηθέει, δυνάμενος δὲ διὰ τὴν σοφίην ᾗ πεπαίδευται.

ΝΕΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ | ΚΑΘΑΡΕΥΟΥΣΑ 
    Ὑπάρχουσι μερικοί, οἱ ὁποῖοι κακολογοῦσι τὰς τέχνας καὶ κάμνουσιν αὐτὸ ἔργον· καθὼς νομίζουσιν ὅμως οἱ ἴδιοι δὲν πράττουσι τοῦτο, ὅ περ ἐγὼ λέγω, ἀλλὰ μᾶλλον χάριν ἐπιδείξεως τῆς ἰδίας αὑτῶν πολυγνωσίας. Ὅσον ἀφορᾷ δὲ ἐμὲ νομίζω γενικῶς ὅτι ἐπιθυμία καὶ ἔργον τοῦ ὀρθῶς σκεπτομένου δέον νὰ ᾖ νὰ ἀνακαλύπτῃ τι ἐκ τῶν μὴ ἀνακαλυφθέντων καὶ νὰ βελτιοῖ καὶ νὰ καθιστῇ καλλίτερον τὸ ἀνευρεθὲν ἢ ἀνεύρετον καὶ τὰ ἡμιτελῆ νὰ ἐπεξεργάζηται τελείως. Ἡ δὲ τάσις πρὸς ἐξευτελισμὸν διὰ δυσφημήσεως τῶν ὑπὸ τῶν ἄλλων ἐν τῇ τέχνῃ εὑρεθέντων καὶ μάλιστα ἄνευ ἐπανορθώσεως, τοὐναντίον δὲ νὰ διαβάλλωνται τὰ ἐπιτεύγματα τῶν εἰδημόνων πρὸς τοὺς μὴ εἰδήμονας, φαίνεταί μοι ὅτι οὐκ ἔστι σκέψις καὶ ἐνέργεια σώφρων· ἔστι δὲ ἔνδειξις μᾶλλον κακῆς ψυχικῆς διαθέσεως καὶ οὐχὶ ἐλλείψεως ἐμπιστοσύνης. Διότι μόνον εἰς τοὺς ἀπείρους τῆς τέχνης, οἱ ὁποῖοι ἔχουσι μὲν τὴν φιλοτιμίαν ἀλλὰ οὐχὶ καὶ τὴν ἱκανότητα νὰ ὦσιν ἐπιστήμονες, ἁρμόζει τοῦτο: νὰ συμπεριφέρωνται κακῶς πρὸς τὰ ἔργα τῶν ἄλλων, μεμφόμενοι ὅταν αὐτά εἰσιν ὀρθά, σκώπτοντες δὲ ὅταν αὐτά εἰσι σφαλερά. Διὰ τοὺς τοιούτους κακολόγους προκειμένου μὲν περὶ ἄλλων τεχνῶν, ἂς ἐμποδίσωσιν αὐτοὺς οἱ δυνάμενοι, ἐφ’ ὅσον καὶ διὰ ὅ τι ἐνδιαφέρονται· ἐπὶ τοῦ προκειμένου δὲ περὶ τῶν διὰ τὴν ἰατρικὴν οὕτω λεγόντων ἡ παροῦσα ἐργασία ἐθέλει ἐναντιωθῆ μετὰ θάρρους μὲν πρὸς ὅσους κατηγορεῖ, μετ’ ἀρκετῶν δὲ ἐπιχειρημάτων διὰ τὴν τέχνην ἧς ἐπίκουρος ἔρχεται, μετὰ σθένους δὲ λόγῳ τῆς πλήρους γνώσεως καὶ φρονήσεως μεθ’ ἧς ἔχει παρασκευασθῆ.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ἱπποκράτης ὁ Κῷος - Γενικὴ ἰατρικὴ | Νόμος

Χημεία τροφίμων - Κρεμμύδια καὶ Σκόρδο

Εἰσαγωγὴ στὴν διατροφὴ καὶ τὸν μεταβολισμὸ - Πέψη ἀμύλου